Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.261 Joseph. AJ 1.265 (English) >>Joseph. AJ 1.270

1.263

Ἰσάκῳ μὲν οὖν ἀκμάζειν συνέβαινε τὴν ἰσχὺν ὑπὸ μεγέθους πραγμάτων, Ἀβιμέλεχος δὲ κατʼ αὐτοῦ φύεσθαι νομίζων τὸν Ἴσακον, ὑπόπτου μὲν αὐτοῖς καὶ τῆς συνδιαιτήσεως γενομένης, ἐπʼ οὐ φανερᾷ δὲ ἔχθρᾳ τοῦ Ἰσάκου ὑπεκστάντος, δείσας μὴ τῆς προτέρας αὐτῷ φιλίας οὐδὲν ὄφελος γένηται πρὸς ἄμυναν ὧν ἔπαθεν Ἰσάκου τραπέντος φιλίαν ἄνωθεν ποιεῖται πρὸς αὐτὸν ἕνα τῶν στρατηγῶν Φίλοχον ἐπαγόμενος. 1.264πάντων δὲ τετυχηκὼς ὧν ἠξίου διὰ τὴν Ἰσάκου χρηστότητα ὀργῆς προσφάτου πρεσβυτέραν χάριν εἰς αὐτόν τε καὶ τὸν πατέρα γεγενημένην προτιμῶντος ἀπῆρεν εἰς τὴν ἑαυτοῦ. 1.265

Τῶν δὲ Ἰσάκου παίδων Ἡσαῦς, περὶ ὃν μάλιστα πατὴρ ἐσπουδάκει, τεσσαράκοντα γεγονὼς ἔτη γαμεῖ Ἄδαν τὴν Ἥλωνος καὶ Ἀλιβάμην τὴν Εὐσεβεῶνος δυναστευόντων ἐν Χαναναίοις ἀνδρῶν θυγατέρας, ἑαυτὸν ποιήσας τῆς περὶ τὸν γάμον ἐξουσίας κύριον καὶ μηδὲ τῷ πατρὶ συμβουλευσάμενος· 1.266οὐδὲ γὰρ ἂν ἐπέτρεψεν Ἴσακος ἐπʼ αὐτῷ τῆς γνώμης γενομένης· οὐ γὰρ ἦν αὐτῷ διʼ ἡδονῆς συνάψασθαι συγγένειαν πρὸς τοὺς ἐπιχωρίους. οὐ βουλόμενος δὲ ἀπεχθὴς εἶναι τῷ παιδὶ κελεύων ἀφίστασθαι τῶν γυναικῶν σιγᾶν ἔκρινε. 1.267

Γηραιὸς δὲ ὢν καὶ τὰς ὄψεις εἰς τὸ παντελὲς ἠφανισμένος προσκαλεσάμενος τὸν Ἡσαῦν καὶ τὸ γῆρας εἰπὼν ὡς καὶ δίχα τῆς πηρώσεως καὶ τοῦ κατὰ τὰς ὄψεις πάθους ἐμποδὼν ἦν αὐτῷ θεραπεύειν



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.261 Joseph. AJ 1.265 (English) >>Joseph. AJ 1.270

Powered by PhiloLogic